Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 3.255 Joseph. AJ 3.260 (English) >>Joseph. AJ 3.265

3.258

Μωυσῆς δὲ τοῦ Λευὶ τὴν φυλὴν τῆς πρὸς τὸν λαὸν κοινωνίας ὑπεξελόμενος ἱερὰν ἐσομένην ἥγνιζε πηγαίοις ὕδασι καὶ ἀενάοις καὶ θυσίαις, ἃς ἐπὶ τοῖς τοιούτοις νομίμους παρέχονται τῷ θεῷ, τήν τε σκηνὴν αὐτοῖς καὶ τὰ σκεύη τὰ ἱερὰ καὶ τὰ ἄλλʼ ὅσα πρὸς σκέπην τῆς σκηνῆς ἐπεποίητο παρέδωκεν, ὅπως ὑφηγουμένων τῶν ἱερέων ὑπηρετήσωσιν· ἤδη γὰρ τῷ θεῷ καθιέρωτο. 3.259

Καὶ περὶ τῶν ζῴων δὲ διέκρινεν ἕκαστον, ὅτι τρέφοιντο καὶ οὗ πάλιν ἀπεχόμενοι διατελοῖεν, περὶ ὧν ἐν οἷς ἂν ἡμῖν ἀφορμὴ τῆς γραφῆς γένηται διελευσόμεθα τὰς αἰτίας προστιθέντες, ἀφʼ ὧν κινηθεὶς τὰ μὲν αὐτῶν βρωτὰ ἡμῖν ἐκέλευσεν εἶναι, τῶν δὲ προσέταξεν ἀπέχεσθαι. 3.260αἵματος μέντοι παντὸς εἰς τροφὴν ἀπηγόρευσε τὴν χρῆσιν ψυχὴν αὐτὸ καὶ πνεῦμα νομίζων, καὶ κρέως τοῦ τεθνηκότος αὐτομάτως ζῴου τὴν βρῶσιν διεκώλυσεν, ἐπίπλου τε καὶ στέατος αἰγείου καὶ προβατείου καὶ τοῦ τῶν βοῶν ἀπέχεσθαι προεῖπεν. 3.261

Ἀπήλασε δὲ τῆς πόλεως καὶ τοὺς λέπρᾳ τὰ σώματα κακωθέντας καὶ τοὺς περὶ τὴν γονὴν ῥεομένους καὶ τὰς γυναῖκας δʼ αἷς τῶν κατὰ φύσιν ἔκκρισις ἔπεισι μετέστησε πρὸς ἡμέραν ἑβδόμην, μεθʼ ἣν ὡς ἤδη καθαραῖς ἐνδημεῖν ἐφίησιν. 3.262ὁμοίως δὲ καὶ τοῖς κηδεύσασι νεκρὸν μετὰ τοσαύτας ἡμέρας νόμιμον τὸ ἐνδημεῖν· τὸν δʼ ὑπὲρ τὸν ἀριθμὸν τούτων τῶν ἡμερῶν ἐνεχόμενον ἐν τῷ μιάσματι θύειν νόμιμον ἀμνάδας δύο, ὧν τὴν μὲν ἑτέραν καθαγνίζειν δεῖ, τὴν δʼ ἑτέραν οἱ ἱερεῖς λαμβάνουσιν.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 3.255 Joseph. AJ 3.260 (English) >>Joseph. AJ 3.265

Powered by PhiloLogic